Add parallel Print Page Options

21 Τότε προσελθὼν [a]αὐτῷ ὁ Πέτρος εἶπεν· Κύριε, ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου καὶ ἀφήσω αὐτῷ; ἕως ἑπτάκις; 22 λέγει αὐτῷ ὁ Ἰησοῦς· Οὐ λέγω σοι ἕως ἑπτάκις ἀλλὰ ἕως ἑβδομηκοντάκις ἑπτά.

23 Διὰ τοῦτο ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ ὃς ἠθέλησεν συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ· 24 ἀρξαμένου δὲ αὐτοῦ συναίρειν [b]προσηνέχθη [c]αὐτῷ εἷς ὀφειλέτης μυρίων ταλάντων. 25 μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι ἐκέλευσεν αὐτὸν ὁ [d]κύριος πραθῆναι καὶ τὴν [e]γυναῖκα καὶ τὰ τέκνα καὶ πάντα ὅσα [f]ἔχει καὶ ἀποδοθῆναι. 26 πεσὼν οὖν ὁ δοῦλος προσεκύνει αὐτῷ λέγων· [g]Μακροθύμησον ἐπ’ [h]ἐμοί, καὶ πάντα [i]ἀποδώσω σοι. 27 σπλαγχνισθεὶς δὲ ὁ κύριος τοῦ δούλου ἐκείνου ἀπέλυσεν αὐτόν, καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ. 28 ἐξελθὼν δὲ ὁ δοῦλος ἐκεῖνος εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια, καὶ κρατήσας αὐτὸν ἔπνιγεν λέγων· [j]Ἀπόδος εἴ τι ὀφείλεις. 29 πεσὼν οὖν ὁ σύνδουλος [k]αὐτοῦ παρεκάλει αὐτὸν λέγων· Μακροθύμησον ἐπ’ [l]ἐμοί, καὶ ἀποδώσω σοι. 30 ὁ δὲ οὐκ ἤθελεν, ἀλλὰ ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς φυλακὴν ἕως [m]οὗ ἀποδῷ τὸ ὀφειλόμενον. 31 ἰδόντες [n]οὖν οἱ σύνδουλοι αὐτοῦ τὰ γενόμενα ἐλυπήθησαν σφόδρα, καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ ἑαυτῶν πάντα τὰ γενόμενα. 32 τότε προσκαλεσάμενος αὐτὸν ὁ κύριος αὐτοῦ λέγει αὐτῷ· Δοῦλε πονηρέ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με· 33 οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς κἀγὼ σὲ ἠλέησα; 34 καὶ ὀργισθεὶς ὁ κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς ἕως οὗ ἀποδῷ πᾶν τὸ [o]ὀφειλόμενον. 35 Οὕτως καὶ ὁ πατήρ μου ὁ [p]οὐράνιος ποιήσει ὑμῖν ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν [q]ὑμῶν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:21 αὐτῷ ὁ Πέτρος εἶπεν RP ] ὁ Πέτρος εἶπεν αὐτῷ WH Treg NIV
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:24 προσηνέχθη NIV RP ] προσήχθη WH Treg
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:24 αὐτῷ εἷς Treg NIV RP ] εἷς αὐτῷ WH
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:25 κύριος WH Treg NIV ] + αὐτοῦ RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:25 γυναῖκα WH NIV ] + αὐτοῦ Treg RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:25 ἔχει WH Treg NIV ] εἶχεν RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:26 Μακροθύμησον WH Treg NIV ] Κύριε Μακροθύμησον RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:26 ἐμοί WH NIV RP ] ἐμέ Treg
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:26 ἀποδώσω σοι WH Treg NIV ] σοι ἀποδώσω RP
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:28 Ἀπόδος WH Treg NIV ] + μοι RP
  11. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:29 αὐτοῦ WH Treg NIV ] + εἰς τοὺς πόδας αὐτοῦ RP
  12. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:29 ἐμοί WH NIV RP ] ἐμέ Treg
  13. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:30 οὗ RP ] – WH Treg NIV
  14. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:31 οὖν WH Treg NIV ] δὲ RP
  15. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:34 ὀφειλόμενον WH Treg NIV ] + αὐτῷ RP
  16. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:35 οὐράνιος WH Treg NIV ] ἐπουράνιος RP
  17. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:35 ὑμῶν WH Treg NIV ] + τὰ παραπτώματα αὐτῶν RP